注:翻译练习采用的新约原文是Byzantine Textform 2018
原文:
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος, Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ, Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
(约翰福音1:43-51,已删除节号以使文本脉络不割裂)
43-51节的字面翻译应该是:
次日,耶稣想要离开去加利利,遇到腓力,耶稣对他说:“来跟从我!”这腓力来自伯赛大,出于安德烈和彼得之城。腓力找到拿但业,就对他说:“摩西在律法中所写的和先知所记的那一位我们遇见了,就是来自拿撒勒的约瑟的儿子耶稣。”拿但业就对他说:“出于拿撒勒的能有什么好的吗?”腓力对他说:“过来看!”耶稣看见拿但业向他走来,就论及他说:“看!真以色列人,他里面没有诡诈。”拿但业对他说:“你从哪里知道我?”耶稣对他回答说:“在腓力叫你之前,在无花果树下,我就看见你了。”拿但业回答对他说:“拉比,你是上帝的儿子,你是以色列的王。”耶稣回答对他说:“因为我对你说‘在无花果树下面我看见你’,你就信吗?你将要看见比这些更大的事。”又对他说:“我实实在在的告诉你们,自此你们将要看见天开了,神的使者上去下来在人子之上。”
译文